TLG 1180 001 :: 〈ARISTAEUS〉 :: Fragmenta Fragmenta Citation: Page — (line) | ||
52(9t) | Περὶ ἁρμονίας | |
10 | Stob. 1.20.6 p. 176 Wa. (Mullach 2 p. 52) Ἀρισταίου. Ἀρισταῖος ἔφησεν ἄφθαρτον εἶναι τὸν κόσμον, λέγει γοῦν ἐν τῷ Περὶ ἁρμονίας οὕτως· Ἐπεὶ δὲ ἀρχά, ἅτε δὴ οὖσα ἀρχά, πρὸ παντός τέ ἐστι καὶ ἀγέννητος καὶ αὐτοτελής (οὔτε γὰρ εἰ μεθ’ ἅτερόν τι ἦς ὑπάρχοι ἂν ἔτι πρὸ παντός· οὔτε γινόμενόν ποκα [καὶ] ἔκ τινος [οὔτε γὰρ] ἀγέννητος ἂν | |
---|---|---|
15 | εἴη ἔτι, οὐδὲ μὴν ἀρχά τε καὶ αἰτία τῶν γινομένων· οὔτε γὰρ αὐτοτελής· ἑτέρω γάρ τινος ποτιδεηθήσεται τῶ σῴζοντος αὐτὰν καὶ κινήσοντος), δῆλον δή, ὡς αὐτὰ καθ’ αὑτὰν ἁ ἀρχὰ ἀγέννητός τέ ἐστι καὶ ἀΐδιος καὶ αἰτία γενέσιός τε καὶ κινάσιος, καὶ κινοῦσα πάντα αὐτὰ ἐξ αὐτᾶς φύσει ἐστὶ καὶ αὐτοτελέα παρεχομένη τἆλλα αὐτὰ ἐξ αὐτᾶς αὐτοτελής | |
20 | ἐστιν. εἰκόνες δὲ καὶ ὁμοιώσεις τᾶς ἀρχᾶς ταύτας καὶ ἐν τοῖς φύσει γινομένοις καὶ ἐν τοῖς κατὰ τέχναν. ἐπεὶ δὲ τὸ ἀθάνατον τὸ ἀκάματον, τὸ δὲ ἀκάματον τὸ μὴ κάμνον, ὁ δὲ θεὸς τοιοῦτος, κινέων γε τὸ ὅλον καὶ τὸ πᾶν, φανερόν, ὡς ἀΐδιος ἂν εἴη ὁ κόσμος. εἰ γὰρ ἀρχὰν λήψεται διακοσμάσιος, ἔκαμέ ποκα τὸ κινέον αὐτὸ κατ’ ἄμπαυσιν διακοσμάσιος. | |
25 | εἰ δέ γε κάμνοι καὶ ἀμπαύοιτο τὸ κινέον, φθαρτὸν καὶ γενητὸν ὑπάρχον, | |
καὶ αὐτὸ πέρας ἕξει κινάσιος, καὶ τὸ ὅλον δὲ καὶ τὸ πᾶν διακοσμάσιος, | 52 | |
53 | ὥστ’ ἀνάγκα ἤτοι γένεσιν ἀναιρεῖν, ἢ γεννᾶν ἐκ τῶ μὴ ὄντος, ἢ τόνδε τὸν κόσμον καταλείπεται ἀθάνατον καὶ ἀγήρατον εἶμεν. Λέγοιτο δέ κα ἁρμονία φύσεως, ὅτι πάντα κατὰ λόγον φύεται τὸν ταύτας ποταλλήλως. ὡς ὁ τεχνίτας ποτὶ τὰν τέχναν, οὕτως θεὸς | |
5 | ποθ’ ἁρμονίαν· ἅ τε γὰρ τέχνα ἐστὶ λόγος καὶ ἰδέα τῶν γενομένων καὶ 〈ἁ〉 φύσις. τὸ μὲν ἔργον ἁμαρτάνεται τοῖς τεχνίταις, ὅκκα παραλλάξῃ τὸν τᾶς τέχνας λόγον· τὰ δὲ γινόμενα φύσει φθείρεται, πηρὰ καὶ ἄναρθρα γινόμενα, ὅκκα παραλλάξῃ τὸν τᾶς ἁρμονίας λόγον. | |
18 | Clem. Strom. 5.115.4 p. 404 St. Τίμαιος ὁ Λοκρὸς ἐν τῷ φυσικῷ συγγράμματι κατὰ λέξιν ὧδέ μοι μαρτυρήσει· μία ἀρχὰ | |
20 | πάντων ἐστὶν ἀγέννητος· εἰ γὰρ ἐγένετο, οὐκ ἂν ἦν ἔτι ἀρχά, ἀλλ’ | |
ἐκείνα, ἐξ ἇς ἁ ἀρχὰ ἐγένετο. | 53 |